ΠΡΩΪΝΗ ΠΡΟΣΕΥΧΗ

ΠΡΩΤΗ ΟΜΑΔΑ ΣΤΕΛΕΧΩΝ:  ΛΥΧΝΑΡΙΑ ΠΡΟΣΕΥΧΗΣΤραγούδι :  Σύ πού κόσμους κυβερνάς (Βιβλιαράκι τραγουδιών, όλοι)

«Εις το όνομα του Πατρός…» (Ομαδάρχισσα)

«Βασιλεύ Ουράνιε…» (όλοι)

«Άγιος ο Θεός…» (3 φορές) (Ομαδάρχισσα)

«Παναγία Τριάς  ελέησον ημάς. Κύριε ιλάσθητι ταις αμαρτίαις υμών, Δέσποτα συγχώρησον  τάς ανομίας ημών. Άγιε, επίσκεψαι και  ίασε τάς ασθενείας ημών, ένεκεν του ονόματός Σου. Κύριε ελέησον (τρίς) (Ομαδάρχισσα)

«Δόξα Πατρί καί  Υιό … αιώνων. Αμήν» (Ομαδάρχισσα)

«Πάτερ Ημών…» (Όλοι)

«Ἐκ τοῦ ὕπνου ἐξανιστάμενος εὐχαριστῶ Σοι, Ἁγία Τριάς, ὅτι διά τήν πολλήν Σου ἀγαθότητα καί μακροθυμίαν, οὐκ ὠργίσθης ἐμοί τῶ ραθύμῳ καί ἁμαρτωλῶ, οὐδέ συναπώλεσάς με ταῖς ἀνομίαις μου, ἀλλ’ ἐφιλανθρωπεύσω συνήθως καί πρός ἀπόγνωσιν κείμενον ἤγειράς με, εἰς τό ὀρθρίσαι καί δοξολογῆσαι τό κράτος Σου. Καί νῦν φώτισόν μου τά ὄμματα τῆς διανοίας, ἄνοιξόν μου τό στόμα, τοῦ μελετᾶν τά λόγιά Σου, καί συνιέναι τάς ἐντολάς Σου, καί ποιεῖν τό θέλημά Σου, καί ψάλλειν Σοι ἐν ἐξομολογήσει καρδίας, καί ἀνυμνεῖν τό πανάγιον ὄνομά Σου, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν(Ὁμαδάρχισσα)

«Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα…» (Ὅλοι)

«Δόξα σοι τῶ δείξαντι το φως. Δόξα ἐν ὑψίστοις Θεῶ καί ἐπί γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμεν σε, εὐλογοῦμεν σε, προσκυνοῦμεν σε, δοξολογοῦμεν σε, εὐχαριστοῦμεν διά τήν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ. Κύριε Υἱέ Μονογενές, Ἰησοῦ Χριστέ καί Ἅγιον Πνεῦμα. Κύριε, ὁ Θεός, ὁ Ἁμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τήν  ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τάς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τήν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾶ τοῦ Πατρός καί ἐλέησον ἡμᾶς. Ὅτι σύ εἶ μόνος Ἅγιος, σύ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. ἀμήν. Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε καί αἰνέσω τό ὄνομά σου εἰς τόν αἰῶνα καί εἰς τόν αἰώνα τοῦ αἰῶνος. Κύριε καταφυγή ἐγεννήθης ἡμῖν ἐν γενεᾶ καί γενεᾶ, ἐγώ εἶπα, Κύριε, ἐλέησόν με. Ἴασαι τήν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρός σε κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἶ ὁ Θεός μου. Ὅτι παρά σοι πηγή ζωῆς, ἐν ταῶ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τό ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον Κύριε, ἐν τῆ ἡμέρα ταύτη, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητός εἶ Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν, καί αἰνετόν καί δεδοξασμένον τό ὄνομά σου εἰς τούς αἰῶνας, ἀμήν. Γένοιτο Κύριε τό ἔλεός σου ἐφ’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπί σέ. Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τά δικαιώματά σου. Εὐλογητός εἶ, Δέσποτα, συνέτισόν με τά δικαιώματά σου. Εὐλογητός εἶ ἅγιε, φώτισόν με τοῖς δικαιώμασί Σου. Κύριε, τό ἔλεός σου εἰς τόν αἰῶνα, τά ἔργα τῶν χειρῶν σου μή παρίδης. Σύ πρέπει ὕμνος, σοί δόξα πρέπει, τῶ Πατρί καί τῶ Υἱῶ καί τῶ Υἱῶ καί τῶ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν» (Ὅλοι, ψαλτά).

«Κύριε, βοήθησέ με νά ἀντιμετωπίσω μέ ψυχική γαλήνη, ὅλα ὅσα θά μοῦ φέρει ἡ σημερινή ἡμέρα. Βοήθησέ με νά παραδοθῶ ὁλοκληρωτικά στό ἅγιο θέλημά Σου. Στήν κάθε ὥρα τῆς σημερινῆς ἡμέρας φώτιζέ με καί δυνάμωνέ με γιά τό κάθε τι. Ὅποιες εἰδήσεις κι ἄν λάβω στό διάστημα τῆς σημερινῆς ἡμέρας, δίδαξέ με νά τίς δεχθῶ μέ ἡρεμία καί μέ τήν πεποίθηση ὅτι προέρχονται ἀπό τό ἅγιο θέλημά ΣΟΥ. Καθοδήγησε τίς σκέψεις μου καί τά συναισθήματά μου σέ ὅλα τά ἔργα μου καί τά λόγια μου. Σέ όλες τίς απρόοπτες περιστάσεις μή μέ αφήσεις να  ξεχάσω ὅτι τά πάντα προέρχονται ἀπό ΣΕΝΑ. Δίδαξέ με νά συμπεριφέρομαι σέ κάθε μέλος τῆς οικογενείας μου μέ ευθύτητα καί σύνεση, ὥστε νά μή συγχύσω καί  στενοχωρήσω κανένα. Κύριε, δός μου τή δύναμη νά ὑποφέρω τόν κόπο καί ὅλα τά γεγονότα τῆς ἡμέρας αὐτῆς, καθ’  ὅλην τή διάρκειά  της. Καθοδήγησε τή θέλησή μου καί δίδαξέ με νά προσεύχομαι, νά πιστεύω, νά ὑπομένω, νά συγχωρώ καί ν’ αγαπώ. ΑΜΗΝ» (Ομαδάρχισσα)

«Ευλογητός ει», απολυτίκιο άγιας Παρασκευής, Άγιου Σάββα, ευφραινέσθω (βιβλιαράκι)

«Δι’ ευχών …ημάς» (Όλοι).

ANGELSONGS

ΒΡΑΔΥΝΗ ΠΡΟΣΕΥΧΗ

Τραγούδι :  Εἶμαι ἕνα μικρό παιδάκι (Βιβλιαράκι Τραγουδιῶν, Ὅλοι)

«Ἅγιος ὁ Θεός…» (3 φορές)  «Παναγία Τριάς ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός Σου. Κύριε ἐλέησον (τρίς) «Δόξα Πατρί καί Υἱῶ… αἰώνων. Ἀμήν» (Ὁμαδάρχισσα)

«Πάτερ ἡμῶν…» (Ὅλοι)

«Ὁ ἐν παντί καιρῶ καί πάσῃ ὥρᾳ, ἐν οὐρανῶ καί ἐπί γῆς προσκυνούμενος καί δοξαζόμενος, Χριστός ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τούς δικαίους ἀγαπῶν καί τούς ἁμαρτωλούς ἐλεῶν, ὁ πάντας καλῶν πρός σωτηρίαν, διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, Αὐτός Κύριε, πρόσδεξαι καί ἡμῶν ἐν τῆ ὥρᾳ ταύτῃ τάς ἐντεύξεις καί ἴθυνον την ζωήν ἡμῶν πρός τάς ἐντολάς σου. Τάς ψυχάς ἡμῶν ἁγίασον. Τά σώματα ἅγνισον. Τούς λογισμούς διόρθωσον. Τάς ἐννοίας κάθαρον καί ῥῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν καί ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου ἀγγέλοις, ἵνα τῆ παρεμβολῆ αὐτῶν φρουρούμενοι καί ὁδηγούμενοι, καταντήσωμεν εἰς τήν ἑνότητα τῆς πίστεως καί εἰς τήν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης. ὅτι εὐλογητός εἶ, εἰς τούς αἰῶνας τῶν αἰώνων, ἀμήν» (Ὁμαδάρχισσα).

«Δός ἡμῖν, Δέσποτα, πρός ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καί ψυχῆς, καί διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας, καί ἀπό πάσης σκοτεινῆς καί νυκτερινῆς ἡδυπαθείας. Παῦσον τάς ὀρμάς τῶν παθῶν, σβέσον τά πεπυρωμένα βέλη τοῦ πονηροῦ, τά καθ’ ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκός ἐπαναστάσεις κατάστειλον, καί πᾶν γεῶδες καί ὑλικόν ἡμῶν φρόνημα κοίμισον. Καί δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν, καί πάσης σατανικῆς φαντασίας, ἀπηλλαγμένον. Διανάστησον δέ ἡμᾶς ἐν τῶ καιρῶ τῆς προσευχῆς, ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου, καί τήν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τήν σήν δοξολογίαν χάρισαι εἰς τό ὑμνεῖν, καί εὐλογεῖν καί δοξάζειν τό πάντιμον καί μεγαλοπρεπές Ὄνομά σου, τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων, ἀμήν.» (Ὁμαδάρχισσα).

«Σέ ὑμνοῦμεν, σέ εὐλογοῦμεν, σέ προσκυνοῦμεν, σοί εὐχαριστοῦμεν καί δεόμεθά σου ὁ Θεός, ὁ Θεός ἡμῶν» (ψαλτά, ὅλοι)

«Κύριε καί Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας, φιλαρχίας καί ἀργολογίας μή μοι δῶς. Πνεῦμα δέ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καί ἀγάπης χάρισαί μοι τῶ σῶ δούλῳ. Ναί, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τά ἐμά πταίσματα καί μή κατακρίνειν τόν ἀδελφόν μου, ὅτι εὐλογητός εἶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν» (Ὁμαδάρχισσα).

«Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου» (ψαλτά, ὅλοι).

«Ἅγιε Ἄγγελε, ὁ ἐφεστώς ταῆς ἀθλίας μου ψυχῆς καί ταλαιπώρου μου ζωῆς, μή ἐγκαταλίπῃς με τόν ἁμαρτωλόν, μηδέ ἀποστῆς ἀπ’ ἐμοῦ διά τήν ἀκρασίαν μου. Μή δώῃς χώραν τῶ πονηρῶ δαίμονι κατακυριεῦσαί μου τῆ καταδυναστείᾳ τοῦ θνητοῦ τούτου σώματος. Κράτησον τῆς ἀθλίας καί παρειμένης χειρός μου, καί ὁδήγησόν με εἰς ὁδόν σωτηρίας. Ναί, ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καί σκεπαστής τῆς ἀθλίας μου ψυχῆς, καί τοῦ σώματος, πάντα μοι συγχώρησον, ὅσα σοι ἔθλιψα πάσας τάς ἡμέρας τῆς ζωῆς μου, καί εἴ τι ἥμαρτον τήν σήμερον ἡμέραν. Σκέπασόν με ἐν τῆ παρούσῃ νυκτί καί διαφύλαξόν με ἀπό πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἵνα μή ἔν τινι ἁμαρτήματι παροργίσω τόν Θεόν. Καί πρέσβευε ὑπέρ ἐμοῦ πρός τόν Κύριον τοῦ ἐπιστηρίξαι με ἐν τῶ φόβῳ αὐτοῦ καί ἄξιον ἀναδείξαί με δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν». (Ὁμαδάρχισσα).

«Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά σοῦ. Εὐλογημένη σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν (τρίς) (Ὁμαδάρχισσα)

«Δι’ εὐχῶν …» (ὅλοι).

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s